Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δικλίδες· οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο.
  2. γιγνώσκω δʼ ὅτι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται
  3. ἄνδρες, ἐπεὶ κνίση μὲν ἀνήνοθεν, ἐν δέ τε φόρμιγξ
  4. ἠπύει, ἣν ἄρα δαιτὶ θεοὶ ποίησαν ἑταίρην.
  5. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  6. ῥεῖʼ ἔγνως, ἐπεὶ οὐδὲ τά τʼ ἄλλα πέρ ἐσσʼ ἀνοήμων.
  7. ἀλλʼ ἄγε δὴ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα.
  8. ἠὲ σὺ πρῶτος ἔσελθε δόμους εὖ ναιετάοντας,
  9. δύσεο δὲ μνηστῆρας, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ·
  10. εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἐγὼ δʼ εἶμι προπάροιθε·
  11. μηδὲ σὺ δηθύνειν, μή τίς σʼ ἔκτοσθε νοήσας
  12. ἢ βάλῃ ἢ ἐλάσῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.
  13. τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·
  14. γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.
  15. ἀλλʼ ἔρχευ προπάροιθεν, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ.
  16. οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων·