Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·
  2. τῷ κέ τοι ἀγλαΐας γε διασκεδάσειεν ἁπάσας,
  3. τὰς νῦν ὑβρίζων φορέεις, ἀλαλήμενος αἰεὶ
  4. ἄστυ κάτʼ· αὐτὰρ μῆλα κακοὶ φθείρουσι νομῆες.
  5. τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·
  6. ὢ πόποι, οἶον ἔειπε κύων ὀλοφώϊα εἰδώς,
  7. τόν ποτʼ ἐγὼν ἐπὶ νηὸς ἐϋσσέλμοιο μελαίνης
  8. ἄξω τῆλʼ Ἰθάκης, ἵνα μοι βίοτον πολὺν ἄλφοι.
  9. αἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος Ἀπόλλων
  10. σήμερον ἐν μεγάροις, ἢ ὑπὸ μνηστῆρσι δαμείη,
  11. ὡς Ὀδυσῆΐ γε τηλοῦ ἀπώλετο νόστιμον ἦμαρ.
  12. ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ ἦκα κιόντας,