Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αἰνῶς γὰρ τάδε εἵματʼ ἔχω κακά· μή με δαμάσσῃ
  2. στίβη ὑπηοίη· ἕκαθεν δέ τε ἄστυ φάτʼ εἶναι.
  3. ὣς φάτο, Τηλέμαχος δὲ διὰ σταθμοῖο βεβήκει,
  4. κραιπνὰ ποσὶ προβιβάς, κακὰ δὲ μνηστῆρσι φύτευεν.
  5. αὐτὰρ ἐπεί ῥʼ ἵκανε δόμους εὖ ναιετάοντας,
  6. ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρήν,
  7. αὐτὸς δʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.
  8. τὸν δὲ πολὺ πρώτη εἶδε τροφὸς Εὐρύκλεια,
  9. κώεα καστορνῦσα θρόνοις ἔνι δαιδαλέοισι,
  10. δακρύσασα δʼ ἔπειτʼ ἰθὺς κίεν· ἀμφὶ δʼ ἄρʼ ἄλλαι
  11. δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος ἠγερέθοντο,
  12. καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους.
  13. ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,
  14. Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ,
  15. ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα,
  16. κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά,
  17. καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
  18. ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ γε
  19. ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε
  20. λάθρη, ἐμεῦ ἀέκητι, φίλου μετὰ πατρὸς ἀκουήν.
  21. ἀλλʼ ἄγε μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.