Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο.
  2. ὣς φάτο, καὶ παριὼν λὰξ ἔνθορεν ἀφραδίῃσιν
  3. ἰσχίῳ· οὐδέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυφέλιξεν,
  4. ἀλλʼ ἔμενʼ ἀσφαλέως· ὁ δὲ μερμήριξεν Ὀδυσσεὺς
  5. ἠὲ μεταΐξας ῥοπάλῳ ἐκ θυμὸν ἕλοιτο,