Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθεν, οὐκ ἐθελήσει
  2. ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσων κατὰ δῆμον
  3. βούλεται αἰτίζων βόσκειν ἣν γαστέρʼ ἄναλτον.
  4. ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
  5. αἴ κʼ ἔλθῃ πρὸς δώματʼ Ὀδυσσῆος θείοιο,
  6. πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων
  7. πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο.
  8. ὣς φάτο, καὶ παριὼν λὰξ ἔνθορεν ἀφραδίῃσιν
  9. ἰσχίῳ· οὐδέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυφέλιξεν,
  10. ἀλλʼ ἔμενʼ ἀσφαλέως· ὁ δὲ μερμήριξεν Ὀδυσσεὺς
  11. ἠὲ μεταΐξας ῥοπάλῳ ἐκ θυμὸν ἕλοιτο,
  12. ἦ πρὸς γῆν ἐλάσειε κάρη ἀμφουδὶς ἀείρας.