Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τόν κʼ εἴ μοι δοίης σταθμῶν ῥυτῆρα γενέσθαι
  2. σηκοκόρον τʼ ἔμεναι θαλλόν τʼ ἐρίφοισι φορῆναι,
  3. καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο.
  4. ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθεν, οὐκ ἐθελήσει
  5. ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσων κατὰ δῆμον
  6. βούλεται αἰτίζων βόσκειν ἣν γαστέρʼ ἄναλτον.
  7. ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
  8. αἴ κʼ ἔλθῃ πρὸς δώματʼ Ὀδυσσῆος θείοιο,
  9. πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων
  10. πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο.
  11. ὣς φάτο, καὶ παριὼν λὰξ ἔνθορεν ἀφραδίῃσιν
  12. ἰσχίῳ· οὐδέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυφέλιξεν,
  13. ἀλλʼ ἔμενʼ ἀσφαλέως· ὁ δὲ μερμήριξεν Ὀδυσσεὺς
  14. ἠὲ μεταΐξας ῥοπάλῳ ἐκ θυμὸν ἕλοιτο,
  15. ἦ πρὸς γῆν ἐλάσειε κάρη ἀμφουδὶς ἀείρας.
  16. ἀλλʼ ἐπετόλμησε, φρεσὶ δʼ ἔσχετο· τὸν δὲ συβώτης
  17. νείκεσʼ ἐσάντα ἰδών, μέγα δʼ εὔξατο χεῖρας ἀνασχών·
  18. νύμφαι κρηναῖαι, κοῦραι Διός, εἴ ποτʼ Ὀδυσσεὺς
  19. ὔμμʼ ἐπὶ μηρίʼ ἔκηε, καλύψας πίονι δημῷ,
  20. ἀρνῶν ἠδʼ ἐρίφων, τόδε μοι κρηήνατʼ ἐέλδωρ,
  21. ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·
  22. τῷ κέ τοι ἀγλαΐας γε διασκεδάσειεν ἁπάσας,
  23. τὰς νῦν ὑβρίζων φορέεις, ἀλαλήμενος αἰεὶ
  24. ἄστυ κάτʼ· αὐτὰρ μῆλα κακοὶ φθείρουσι νομῆες.
  25. τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·
  26. ὢ πόποι, οἶον ἔειπε κύων ὀλοφώϊα εἰδώς,
  27. τόν ποτʼ ἐγὼν ἐπὶ νηὸς ἐϋσσέλμοιο μελαίνης
  28. ἄξω τῆλʼ Ἰθάκης, ἵνα μοι βίοτον πολὺν ἄλφοι.
  29. αἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος Ἀπόλλων
  30. σήμερον ἐν μεγάροις, ἢ ὑπὸ μνηστῆρσι δαμείη,
  31. ὡς Ὀδυσῆΐ γε τηλοῦ ἀπώλετο νόστιμον ἦμαρ.
  32. ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ ἦκα κιόντας,
  33. αὐτὰρ ὁ βῆ, μάλα δʼ ὦκα δόμους ἵκανεν ἄνακτος.
  34. αὐτίκα δʼ εἴσω ἴεν, μετὰ δὲ μνηστῆρσι καθῖζεν,
  35. ἀντίον Εὐρυμάχου· τὸν γὰρ φιλέεσκε μάλιστα.
  36. τῷ πάρα μὲν κρειῶν μοῖραν θέσαν οἳ πονέοντο,
  37. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα
  38. ἔδμεναι. ἀγχίμολον δʼ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
  39. στήτην ἐρχομένω, περὶ δέ σφεας ἤλυθʼ ἰωὴ
  40. φόρμιγγος γλαφυρῆς· ἀνὰ γάρ σφισι βάλλετʼ ἀείδειν
  41. Φήμιος· αὐτὰρ ὁ χειρὸς ἑλὼν προσέειπε συβώτην·
  42. Εὔμαιʼ, ἦ μάλα δὴ τάδε δώματα κάλʼ Ὀδυσῆος,
  43. ῥεῖα δʼ ἀρίγνωτʼ ἐστὶ καὶ ἐν πολλοῖσιν ἰδέσθαι.
  44. ἐξ ἑτέρων ἕτερʼ ἐστίν, ἐπήσκηται δέ οἱ αὐλὴ
  45. τοίχῳ καὶ θριγκοῖσι, θύραι δʼ εὐερκέες εἰσὶ
  46. δικλίδες· οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο.
  47. γιγνώσκω δʼ ὅτι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται