νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει,ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον.πῇ δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα,πτωχὸν ἀνιηρόν δαιτῶν ἀπολυμαντῆρα;ὃς πολλῇς φλιῇσι παραστὰς θλίψεται ὤμους,αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας·τόν κʼ εἴ μοι δοίης σταθμῶν ῥυτῆρα γενέσθαισηκοκόρον τʼ ἔμεναι θαλλόν τʼ ἐρίφοισι φορῆναι,καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο.ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθεν, οὐκ ἐθελήσειἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσων κατὰ δῆμονβούλεται αἰτίζων βόσκειν ἣν γαστέρʼ ἄναλτον.ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·αἴ κʼ ἔλθῃ πρὸς δώματʼ Ὀδυσσῆος θείοιο,πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάωνπλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο.