Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει,
  • ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον.
  • πῇ δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα,
  • πτωχὸν ἀνιηρόν δαιτῶν ἀπολυμαντῆρα;
  • ὃς πολλῇς φλιῇσι παραστὰς θλίψεται ὤμους,
  • αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας·
  • τόν κʼ εἴ μοι δοίης σταθμῶν ῥυτῆρα γενέσθαι
  • σηκοκόρον τʼ ἔμεναι θαλλόν τʼ ἐρίφοισι φορῆναι,
  • καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο.
  • ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθεν, οὐκ ἐθελήσει