Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δεῖπνον μνηστήρεσσι· δύω δʼ ἅμʼ ἕποντο νομῆες.
  2. τοὺς δὲ ἰδὼν νείκεσσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν,
  3. ἔκπαγλον καὶ ἀεικές· ὄρινε δὲ κῆρ Ὀδυσῆος·
  4. νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει,
  5. ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον.
  6. πῇ δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα,
  7. πτωχὸν ἀνιηρόν δαιτῶν ἀπολυμαντῆρα;
  8. ὃς πολλῇς φλιῇσι παραστὰς θλίψεται ὤμους,
  9. αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας·