Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὴν ποίησʼ Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ·
  2. ἀμφὶ δʼ ἄρʼ αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος,
  3. πάντοσε κυκλοτερές, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ
  4. ὑψόθεν ἐκ πέτρης· βωμὸς δʼ ἐφύπερθε τέτυκτο
  5. νυμφάων, ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται·
  6. ἔνθα σφέας ἐκίχανʼ υἱὸς Δολίοιο Μελανθεὺς
  7. αἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι,
  8. δεῖπνον μνηστήρεσσι· δύω δʼ ἅμʼ ἕποντο νομῆες.
  9. τοὺς δὲ ἰδὼν νείκεσσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν,