Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὴν ποίησʼ Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ·
  2. ἀμφὶ δʼ ἄρʼ αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος,
  3. πάντοσε κυκλοτερές, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ
  4. ὑψόθεν ἐκ πέτρης· βωμὸς δʼ ἐφύπερθε τέτυκτο
  5. νυμφάων, ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται·