Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. σκηρίπτεσθʼ, ἐπεὶ ἦ φατʼ ἀρισφαλέʼ ἔμμεναι οὐδόν.
  2. ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην,
  3. πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ·
  4. Εὔμαιος δʼ ἄρα οἱ σκῆπτρον θυμαρὲς ἔδωκε.
  5. τὼ βήτην, σταθμὸν δὲ κύνες καὶ βώτορες ἄνδρες
  6. ῥύατʼ ὄπισθε μένοντες· ὁ δʼ ἐς πόλιν ἦγεν ἄνακτα
  7. πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι,
  8. σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο.