Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. νεικείῃ· χαλεπαὶ δέ τʼ ἀνάκτων εἰσὶν ὁμοκλαί—
  2. ἀλλʼ ἄγε νῦν ἴομεν· δὴ γὰρ μέμβλωκε μάλιστα
  3. ἦμαρ, ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται.
  4. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  5. γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.
  6. ἀλλʼ ἴομεν, σὺ δʼ ἔπειτα διαμπερὲς ἡγεμόνευε.
  7. δὸς δέ μοι, εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστίν,
  8. σκηρίπτεσθʼ, ἐπεὶ ἦ φατʼ ἀρισφαλέʼ ἔμμεναι οὐδόν.
  9. ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην,