Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,
  2. ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην,
  3. δαῖτʼ ἐντυνόμενοι. τοὶ δʼ ἐξ ἀγροῖο πόλινδε
  4. ὠτρύνοντʼ Ὀδυσεύς τʼ ἰέναι καὶ δῖος ὑφορβός.
  5. τοῖσι δὲ μύθων ἦρχε συβώτης, ὄρχαμος ἀνδρῶν·
  6. ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ἔπειτα πόλινδʼ ἰέναι μενεαίνεις
  7. σήμερον, ὡς ἐπέτελλεν ἄναξ ἐμός—ἦ σʼ ἂν ἐγώ γε
  8. αὐτοῦ βουλοίμην σταθμῶν ῥυτῆρα λιπέσθαι·
  9. ἀλλὰ τὸν αἰδέομαι καὶ δείδια, μή μοι ὀπίσσω
  10. νεικείῃ· χαλεπαὶ δέ τʼ ἀνάκτων εἰσὶν ὁμοκλαί—
  11. ἀλλʼ ἄγε νῦν ἴομεν· δὴ γὰρ μέμβλωκε μάλιστα
  12. ἦμαρ, ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται.
  13. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  14. γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.
  15. ἀλλʼ ἴομεν, σὺ δʼ ἔπειτα διαμπερὲς ἡγεμόνευε.
  16. δὸς δέ μοι, εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστίν,
  17. σκηρίπτεσθʼ, ἐπεὶ ἦ φατʼ ἀρισφαλέʼ ἔμμεναι οὐδόν.
  18. ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην,
  19. πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ·
  20. Εὔμαιος δʼ ἄρα οἱ σκῆπτρον θυμαρὲς ἔδωκε.
  21. τὼ βήτην, σταθμὸν δὲ κύνες καὶ βώτορες ἄνδρες
  22. ῥύατʼ ὄπισθε μένοντες· ὁ δʼ ἐς πόλιν ἦγεν ἄνακτα
  23. πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι,
  24. σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο.
  25. ἀλλʼ ὅτε δὴ στείχοντες ὁδὸν κάτα παιπαλόεσσαν
  26. ἄστεος ἐγγὺς ἔσαν καὶ ἐπὶ κρήνην ἀφίκοντο
  27. τυκτὴν καλλίροον, ὅθεν ὑδρεύοντο πολῖται,
  28. τὴν ποίησʼ Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ·
  29. ἀμφὶ δʼ ἄρʼ αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος,
  30. πάντοσε κυκλοτερές, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ
  31. ὑψόθεν ἐκ πέτρης· βωμὸς δʼ ἐφύπερθε τέτυκτο
  32. νυμφάων, ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται·
  33. ἔνθα σφέας ἐκίχανʼ υἱὸς Δολίοιο Μελανθεὺς
  34. αἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι,
  35. δεῖπνον μνηστήρεσσι· δύω δʼ ἅμʼ ἕποντο νομῆες.
  36. τοὺς δὲ ἰδὼν νείκεσσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν,
  37. ἔκπαγλον καὶ ἀεικές· ὄρινε δὲ κῆρ Ὀδυσῆος·
  38. νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει,
  39. ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον.
  40. πῇ δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα,
  41. πτωχὸν ἀνιηρόν δαιτῶν ἀπολυμαντῆρα;
  42. ὃς πολλῇς φλιῇσι παραστὰς θλίψεται ὤμους,