Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι.
  2. ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν πείθοντό τε μύθῳ.
  3. αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,
  4. χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
  5. οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,
  6. ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην,
  7. δαῖτʼ ἐντυνόμενοι. τοὶ δʼ ἐξ ἀγροῖο πόλινδε
  8. ὠτρύνοντʼ Ὀδυσεύς τʼ ἰέναι καὶ δῖος ὑφορβός.
  9. τοῖσι δὲ μύθων ἦρχε συβώτης, ὄρχαμος ἀνδρῶν·
  10. ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ἔπειτα πόλινδʼ ἰέναι μενεαίνεις
  11. σήμερον, ὡς ἐπέτελλεν ἄναξ ἐμός—ἦ σʼ ἂν ἐγώ γε
  12. αὐτοῦ βουλοίμην σταθμῶν ῥυτῆρα λιπέσθαι·
  13. ἀλλὰ τὸν αἰδέομαι καὶ δείδια, μή μοι ὀπίσσω