Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ὦ φίλος, οὐδέ τοι αὐτὸς ἐρύκεσθαι μενεαίνω·
  • πτωχῷ βέλτερόν ἐστι κατὰ πτόλιν ἠὲ κατʼ ἀγροὺς
  • δαῖτα πτωχεύειν· δώσει δέ μοι ὅς κʼ ἐθέλῃσιν.
  • οὐ γὰρ ἐπὶ σταθμοῖσι μένειν ἔτι τηλίκος εἰμί,
  • ὥστʼ ἐπιτειλαμένῳ σημάντορι πάντα πιθέσθαι.