Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἔστιν, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει·
  2. τοῖον ἐγὼν οἰωνὸν ἐϋσσέλμου ἐπὶ νηὸς
  3. ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν.
  4. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  5. αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
  6. τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
  7. ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.