Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἥμενος ἢ ἕρπων, τάδε πευθόμενος κακὰ ἔργα,
  2. ἔστιν, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει·
  3. τοῖον ἐγὼν οἰωνὸν ἐϋσσέλμου ἐπὶ νηὸς
  4. ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν.
  5. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  6. αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
  7. τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
  8. ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
  9. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  10. μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο
  11. δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες,
  12. ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος ὕβριν ἔχοντες.
  13. ἀλλʼ ὅτε δὴ δείπνηστος ἔην καὶ ἐπήλυθε μῆλα
  14. πάντοθεν ἐξ ἀγρῶν, οἱ δʼ ἤγαγον οἳ τὸ πάρος περ,
  15. καὶ τότε δή σφιν ἔειπε Μέδων· ὃς γάρ ῥα μάλιστα
  16. ἥνδανε κηρύκων, καὶ σφιν παρεγίγνετο δαιτί·
  17. κοῦροι, ἐπεὶ δὴ πάντες ἐτέρφθητε φρένʼ ἀέθλοις,
  18. ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ ἐντυνώμεθα δαῖτα·
  19. οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι.
  20. ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν πείθοντό τε μύθῳ.
  21. αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,
  22. χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
  23. οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,
  24. ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην,
  25. δαῖτʼ ἐντυνόμενοι. τοὶ δʼ ἐξ ἀγροῖο πόλινδε
  26. ὠτρύνοντʼ Ὀδυσεύς τʼ ἰέναι καὶ δῖος ὑφορβός.
  27. τοῖσι δὲ μύθων ἦρχε συβώτης, ὄρχαμος ἀνδρῶν·
  28. ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ἔπειτα πόλινδʼ ἰέναι μενεαίνεις
  29. σήμερον, ὡς ἐπέτελλεν ἄναξ ἐμός—ἦ σʼ ἂν ἐγώ γε
  30. αὐτοῦ βουλοίμην σταθμῶν ῥυτῆρα λιπέσθαι·
  31. ἀλλὰ τὸν αἰδέομαι καὶ δείδια, μή μοι ὀπίσσω
  32. νεικείῃ· χαλεπαὶ δέ τʼ ἀνάκτων εἰσὶν ὁμοκλαί—
  33. ἀλλʼ ἄγε νῦν ἴομεν· δὴ γὰρ μέμβλωκε μάλιστα
  34. ἦμαρ, ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται.
  35. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  36. γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.
  37. ἀλλʼ ἴομεν, σὺ δʼ ἔπειτα διαμπερὲς ἡγεμόνευε.
  38. δὸς δέ μοι, εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστίν,
  39. σκηρίπτεσθʼ, ἐπεὶ ἦ φατʼ ἀρισφαλέʼ ἔμμεναι οὐδόν.
  40. ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην,
  41. πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ·
  42. Εὔμαιος δʼ ἄρα οἱ σκῆπτρον θυμαρὲς ἔδωκε.
  43. τὼ βήτην, σταθμὸν δὲ κύνες καὶ βώτορες ἄνδρες
  44. ῥύατʼ ὄπισθε μένοντες· ὁ δʼ ἐς πόλιν ἦγεν ἄνακτα
  45. πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι,
  46. σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο.
  47. ἀλλʼ ὅτε δὴ στείχοντες ὁδὸν κάτα παιπαλόεσσαν
  48. ἄστεος ἐγγὺς ἔσαν καὶ ἐπὶ κρήνην ἀφίκοντο
  49. τυκτὴν καλλίροον, ὅθεν ὑδρεύοντο πολῖται,
  50. τὴν ποίησʼ Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ·
  51. ἀμφὶ δʼ ἄρʼ αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος,
  52. πάντοσε κυκλοτερές, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ
  53. ὑψόθεν ἐκ πέτρης· βωμὸς δʼ ἐφύπερθε τέτυκτο
  54. νυμφάων, ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται·
  55. ἔνθα σφέας ἐκίχανʼ υἱὸς Δολίοιο Μελανθεὺς
  56. αἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι,
  57. δεῖπνον μνηστήρεσσι· δύω δʼ ἅμʼ ἕποντο νομῆες.
  58. τοὺς δὲ ἰδὼν νείκεσσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν,
  59. ἔκπαγλον καὶ ἀεικές· ὄρινε δὲ κῆρ Ὀδυσῆος·
  60. νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει,
  61. ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον.
  62. πῇ δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα,
  63. πτωχὸν ἀνιηρόν δαιτῶν ἀπολυμαντῆρα;
  64. ὃς πολλῇς φλιῇσι παραστὰς θλίψεται ὤμους,
  65. αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας·
  66. τόν κʼ εἴ μοι δοίης σταθμῶν ῥυτῆρα γενέσθαι
  67. σηκοκόρον τʼ ἔμεναι θαλλόν τʼ ἐρίφοισι φορῆναι,
  68. καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο.
  69. ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθεν, οὐκ ἐθελήσει
  70. ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσων κατὰ δῆμον
  71. βούλεται αἰτίζων βόσκειν ἣν γαστέρʼ ἄναλτον.