Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὡς ἦ τοι Ὀδυσεὺς ἤδη ἐν πατρίδι γαίῃ,
  2. ἥμενος ἢ ἕρπων, τάδε πευθόμενος κακὰ ἔργα,
  3. ἔστιν, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει·
  4. τοῖον ἐγὼν οἰωνὸν ἐϋσσέλμου ἐπὶ νηὸς
  5. ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν.
  6. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  7. αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
  8. τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
  9. ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
  10. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,