Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα
  2. ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,
  3. ὡς ἦ τοι Ὀδυσεὺς ἤδη ἐν πατρίδι γαίῃ,
  4. ἥμενος ἢ ἕρπων, τάδε πευθόμενος κακὰ ἔργα,
  5. ἔστιν, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει·
  6. τοῖον ἐγὼν οἰωνὸν ἐϋσσέλμου ἐπὶ νηὸς
  7. ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν.
  8. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·