Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε.
  2. τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·
  3. ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
  4. ἦ τοι ὅ γʼ οὐ σάφα οἶδεν, ἐμεῖο δὲ σύνθεο μῦθον·
  5. ἀτρεκέως γάρ σοι μαντεύσομαι οὐδʼ ἐπικεύσω·
  6. ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα
  7. ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,
  8. ὡς ἦ τοι Ὀδυσεὺς ἤδη ἐν πατρίδι γαίῃ,
  9. ἥμενος ἢ ἕρπων, τάδε πευθόμενος κακὰ ἔργα,
  10. ἔστιν, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει·
  11. τοῖον ἐγὼν οἰωνὸν ἐϋσσέλμου ἐπὶ νηὸς
  12. ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν.
  13. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  14. αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
  15. τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
  16. ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
  17. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  18. μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο
  19. δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες,
  20. ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος ὕβριν ἔχοντες.
  21. ἀλλʼ ὅτε δὴ δείπνηστος ἔην καὶ ἐπήλυθε μῆλα