Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς ἔφατʼ Ἀτρεΐδης, δουρικλειτὸς Μενέλαος.
  2. ταῦτα τελευτήσας νεόμην· ἔδοσαν δέ μοι οὖρον
  3. ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.
  4. ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε.
  5. τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·
  6. ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
  7. ἦ τοι ὅ γʼ οὐ σάφα οἶδεν, ἐμεῖο δὲ σύνθεο μῦθον·
  8. ἀτρεκέως γάρ σοι μαντεύσομαι οὐδʼ ἐπικεύσω·
  9. ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα
  10. ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,
  11. ὡς ἦ τοι Ὀδυσεὺς ἤδη ἐν πατρίδι γαίῃ,
  12. ἥμενος ἢ ἕρπων, τάδε πευθόμενος κακὰ ἔργα,