πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γεἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδʼ ἀπατήσω,ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.φῆ μιν ὅ γʼ ἐν νήσῳ ἰδέειν κρατέρʼ ἄλγεʼ ἔχοντα,νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι.οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσηςὣς ἔφατʼ Ἀτρεΐδης, δουρικλειτὸς Μενέλαος.ταῦτα τελευτήσας νεόμην· ἔδοσαν δέ μοι οὖρονἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.