Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πύρνον καὶ κοτύλην· ἐμὲ δʼ οὔ πως ἔστιν ἅπαντας
  2. ἀνθρώπους ἀνέχεσθαι, ἔχοντά περ ἄλγεα θυμῷ·
  3. ὁ ξεῖνος δʼ εἴ περ μάλα μηνίει, ἄλγιον αὐτῷ
  4. ἔσσεται· ἦ γὰρ ἐμοὶ φίλʼ ἀληθέα μυθήσασθαι.
  5. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  6. ὦ φίλος, οὐδέ τοι αὐτὸς ἐρύκεσθαι μενεαίνω·
  7. πτωχῷ βέλτερόν ἐστι κατὰ πτόλιν ἠὲ κατʼ ἀγροὺς
  8. δαῖτα πτωχεύειν· δώσει δέ μοι ὅς κʼ ἐθέλῃσιν.
  9. οὐ γὰρ ἐπὶ σταθμοῖσι μένειν ἔτι τηλίκος εἰμί,
  10. ὥστʼ ἐπιτειλαμένῳ σημάντορι πάντα πιθέσθαι.
  11. ἀλλʼ ἔρχευ· ἐμὲ δʼ ἄξει ἀνὴρ ὅδε, τὸν σὺ κελεύεις,
  12. αὐτίκʼ ἐπεί κε πυρὸς θερέω ἀλέη τε γένηται.
  13. αἰνῶς γὰρ τάδε εἵματʼ ἔχω κακά· μή με δαμάσσῃ
  14. στίβη ὑπηοίη· ἕκαθεν δέ τε ἄστυ φάτʼ εἶναι.
  15. ὣς φάτο, Τηλέμαχος δὲ διὰ σταθμοῖο βεβήκει,
  16. κραιπνὰ ποσὶ προβιβάς, κακὰ δὲ μνηστῆρσι φύτευεν.
  17. αὐτὰρ ἐπεί ῥʼ ἵκανε δόμους εὖ ναιετάοντας,
  18. ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρήν,
  19. αὐτὸς δʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.
  20. τὸν δὲ πολὺ πρώτη εἶδε τροφὸς Εὐρύκλεια,
  21. κώεα καστορνῦσα θρόνοις ἔνι δαιδαλέοισι,
  22. δακρύσασα δʼ ἔπειτʼ ἰθὺς κίεν· ἀμφὶ δʼ ἄρʼ ἄλλαι
  23. δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος ἠγερέθοντο,
  24. καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους.
  25. ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,
  26. Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ,
  27. ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα,
  28. κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά,
  29. καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
  30. ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ γε
  31. ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε
  32. λάθρη, ἐμεῦ ἀέκητι, φίλου μετὰ πατρὸς ἀκουήν.
  33. ἀλλʼ ἄγε μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
  34. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  35. μῆτερ ἐμή, μή μοι γόον ὄρνυθι μηδέ μοι ἦτορ
  36. ἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον·
  37. ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,
  38. εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
  39. εὔχεο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας
  40. ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.
  41. αὐτὰρ ἐγὼν ἀγορὴν ἐσελεύσομαι, ὄφρα καλέσσω
  42. ξεῖνον, ὅτις μοι κεῖθεν ἅμʼ ἕσπετο δεῦρο κιόντι.