ἐνδυκέως ἐκόμιζε σὺν υἱάσι κυδαλίμοισιν.αὐτὰρ Ὀδυσσῆος ταλασίφρονος οὔ ποτʼ ἔφασκεν,ζωοῦ οὐδὲ θανόντος, ἐπιχθονίων τευ ἀκοῦσαι·ἀλλά μʼ ἐς Ἀτρεΐδην, δουρικλειτὸν Μενέλαον,ἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοῖσιν.ἔνθʼ ἴδον Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλὰἈργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν.εἴρετο δʼ αὐτίκʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαοςὅττευ χρηΐζων ἱκόμην Λακεδαίμονα δῖαν·αὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληθείην κατέλεξα·καὶ τότε δή με ἔπεσσιν ἀμειβόμενος προσέειπεν·ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇἤθελον εὐνηθῆναι, ἀνάλκιδες αὐτοὶ ἐόντες.ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντοςνεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺςκνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα