Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἐνδυκέως ἐφίλει, ὡς εἴ τε πατὴρ ἑὸν υἱὸν
  • ἐλθόντα χρόνιον νέον ἄλλοθεν· ὣς ἐμὲ κεῖνος
  • ἐνδυκέως ἐκόμιζε σὺν υἱάσι κυδαλίμοισιν.
  • αὐτὰρ Ὀδυσσῆος ταλασίφρονος οὔ ποτʼ ἔφασκεν,
  • ζωοῦ οὐδὲ θανόντος, ἐπιχθονίων τευ ἀκοῦσαι·
  • ἀλλά μʼ ἐς Ἀτρεΐδην, δουρικλειτὸν Μενέλαον,
  • ἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοῖσιν.
  • ἔνθʼ ἴδον Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλὰ
  • Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν.
  • εἴρετο δʼ αὐτίκʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος
  • ὅττευ χρηΐζων ἱκόμην Λακεδαίμονα δῖαν·
  • αὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληθείην κατέλεξα·
  • καὶ τότε δή με ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
  • ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ
  • ἤθελον εὐνηθῆναι, ἀνάλκιδες αὐτοὶ ἐόντες.
  • ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος
  • νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς
  • κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα
  • βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,
  • ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,
  • ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.
  • αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
  • τοῖος ἐὼν οἷός ποτʼ ἐϋκτιμένῃ ἐνὶ Λέσβῳ
  • ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,
  • κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,
  • τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·
  • πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
  • ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε
  • ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδʼ ἀπατήσω,
  • ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,
  • τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.
  • φῆ μιν ὅ γʼ ἐν νήσῳ ἰδέειν κρατέρʼ ἄλγεʼ ἔχοντα,
  • νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
  • ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι.
  • οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
  • οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης
  • ὣς ἔφατʼ Ἀτρεΐδης, δουρικλειτὸς Μενέλαος.
  • ταῦτα τελευτήσας νεόμην· ἔδοσαν δέ μοι οὖρον
  • ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.