Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • τοιγὰρ ἐγώ τοι, μῆτερ, ἀληθείην καταλέξω.
  • ᾠχόμεθʼ ἔς τε Πύλον καὶ Νέστορα, ποιμένα λαῶν·
  • δεξάμενος δέ με κεῖνος ἐν ὑψηλοῖσι δόμοισιν
  • ἐνδυκέως ἐφίλει, ὡς εἴ τε πατὴρ ἑὸν υἱὸν
  • ἐλθόντα χρόνιον νέον ἄλλοθεν· ὣς ἐμὲ κεῖνος
  • ἐνδυκέως ἐκόμιζε σὺν υἱάσι κυδαλίμοισιν.
  • αὐτὰρ Ὀδυσσῆος ταλασίφρονος οὔ ποτʼ ἔφασκεν,
  • ζωοῦ οὐδὲ θανόντος, ἐπιχθονίων τευ ἀκοῦσαι·
  • ἀλλά μʼ ἐς Ἀτρεΐδην, δουρικλειτὸν Μενέλαον,
  • ἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοῖσιν.
  • ἔνθʼ ἴδον Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλὰ
  • Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν.