Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  2. τοιγὰρ ἐγώ τοι, μῆτερ, ἀληθείην καταλέξω.
  3. ᾠχόμεθʼ ἔς τε Πύλον καὶ Νέστορα, ποιμένα λαῶν·
  4. δεξάμενος δέ με κεῖνος ἐν ὑψηλοῖσι δόμοισιν
  5. ἐνδυκέως ἐφίλει, ὡς εἴ τε πατὴρ ἑὸν υἱὸν
  6. ἐλθόντα χρόνιον νέον ἄλλοθεν· ὣς ἐμὲ κεῖνος
  7. ἐνδυκέως ἐκόμιζε σὺν υἱάσι κυδαλίμοισιν.
  8. αὐτὰρ Ὀδυσσῆος ταλασίφρονος οὔ ποτʼ ἔφασκεν,
  9. ζωοῦ οὐδὲ θανόντος, ἐπιχθονίων τευ ἀκοῦσαι·
  10. ἀλλά μʼ ἐς Ἀτρεΐδην, δουρικλειτὸν Μενέλαον,
  11. ἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοῖσιν.
  12. ἔνθʼ ἴδον Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλὰ
  13. Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν.
  14. εἴρετο δʼ αὐτίκʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος
  15. ὅττευ χρηΐζων ἱκόμην Λακεδαίμονα δῖαν·
  16. αὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληθείην κατέλεξα·
  17. καὶ τότε δή με ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
  18. ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ
  19. ἤθελον εὐνηθῆναι, ἀνάλκιδες αὐτοὶ ἐόντες.
  20. ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος
  21. νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς