Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,
  2. αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς
  3. ᾤχεθʼ ἅμʼ Ἀτρεΐδῃσιν ἐς Ἴλιον· οὐδέ μοι ἔτλης,
  4. πρὶν ἐλθεῖν μνηστῆρας ἀγήνορας ἐς τόδε δῶμα,
  5. νόστον σοῦ πατρὸς σάφα εἰπέμεν, εἴ που ἄκουσας.
  6. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  7. τοιγὰρ ἐγώ τοι, μῆτερ, ἀληθείην καταλέξω.
  8. ᾠχόμεθʼ ἔς τε Πύλον καὶ Νέστορα, ποιμένα λαῶν·
  9. δεξάμενος δέ με κεῖνος ἐν ὑψηλοῖσι δόμοισιν
  10. ἐνδυκέως ἐφίλει, ὡς εἴ τε πατὴρ ἑὸν υἱὸν
  11. ἐλθόντα χρόνιον νέον ἄλλοθεν· ὣς ἐμὲ κεῖνος
  12. ἐνδυκέως ἐκόμιζε σὺν υἱάσι κυδαλίμοισιν.
  13. αὐτὰρ Ὀδυσσῆος ταλασίφρονος οὔ ποτʼ ἔφασκεν,
  14. ζωοῦ οὐδὲ θανόντος, ἐπιχθονίων τευ ἀκοῦσαι·
  15. ἀλλά μʼ ἐς Ἀτρεΐδην, δουρικλειτὸν Μενέλαον,
  16. ἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοῖσιν.
  17. ἔνθʼ ἴδον Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλὰ
  18. Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν.
  19. εἴρετο δʼ αὐτίκʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος
  20. ὅττευ χρηΐζων ἱκόμην Λακεδαίμονα δῖαν·
  21. αὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληθείην κατέλεξα·
  22. καὶ τότε δή με ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
  23. ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ
  24. ἤθελον εὐνηθῆναι, ἀνάλκιδες αὐτοὶ ἐόντες.
  25. ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος
  26. νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς
  27. κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα
  28. βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,
  29. ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,
  30. ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.
  31. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
  32. τοῖος ἐὼν οἷός ποτʼ ἐϋκτιμένῃ ἐνὶ Λέσβῳ
  33. ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,
  34. κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,
  35. τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·
  36. πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
  37. ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε
  38. ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδʼ ἀπατήσω,
  39. ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,
  40. τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.
  41. φῆ μιν ὅ γʼ ἐν νήσῳ ἰδέειν κρατέρʼ ἄλγεʼ ἔχοντα,
  42. νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
  43. ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι.
  44. οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
  45. οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης
  46. ὣς ἔφατʼ Ἀτρεΐδης, δουρικλειτὸς Μενέλαος.
  47. ταῦτα τελευτήσας νεόμην· ἔδοσαν δέ μοι οὖρον
  48. ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.
  49. ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε.
  50. τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·
  51. ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
  52. ἦ τοι ὅ γʼ οὐ σάφα οἶδεν, ἐμεῖο δὲ σύνθεο μῦθον·
  53. ἀτρεκέως γάρ σοι μαντεύσομαι οὐδʼ ἐπικεύσω·
  54. ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα
  55. ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,
  56. ὡς ἦ τοι Ὀδυσεὺς ἤδη ἐν πατρίδι γαίῃ,
  57. ἥμενος ἢ ἕρπων, τάδε πευθόμενος κακὰ ἔργα,