Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν ξεῖνον δύστηνον ἄγʼ ἐς πόλιν, ὄφρʼ ἂν ἐκεῖθι
  2. δαῖτα πτωχεύῃ· δώσει δέ οἱ ὅς κʼ ἐθέλῃσι
  3. πύρνον καὶ κοτύλην· ἐμὲ δʼ οὔ πως ἔστιν ἅπαντας
  4. ἀνθρώπους ἀνέχεσθαι, ἔχοντά περ ἄλγεα θυμῷ·
  5. ὁ ξεῖνος δʼ εἴ περ μάλα μηνίει, ἄλγιον αὐτῷ
  6. ἔσσεται· ἦ γὰρ ἐμοὶ φίλʼ ἀληθέα μυθήσασθαι.
  7. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  8. ὦ φίλος, οὐδέ τοι αὐτὸς ἐρύκεσθαι μενεαίνω·
  9. πτωχῷ βέλτερόν ἐστι κατὰ πτόλιν ἠὲ κατʼ ἀγροὺς
  10. δαῖτα πτωχεύειν· δώσει δέ μοι ὅς κʼ ἐθέλῃσιν.
  11. οὐ γὰρ ἐπὶ σταθμοῖσι μένειν ἔτι τηλίκος εἰμί,
  12. ὥστʼ ἐπιτειλαμένῳ σημάντορι πάντα πιθέσθαι.
  13. ἀλλʼ ἔρχευ· ἐμὲ δʼ ἄξει ἀνὴρ ὅδε, τὸν σὺ κελεύεις,
  14. αὐτίκʼ ἐπεί κε πυρὸς θερέω ἀλέη τε γένηται.
  15. αἰνῶς γὰρ τάδε εἵματʼ ἔχω κακά· μή με δαμάσσῃ
  16. στίβη ὑπηοίη· ἕκαθεν δέ τε ἄστυ φάτʼ εἶναι.
  17. ὣς φάτο, Τηλέμαχος δὲ διὰ σταθμοῖο βεβήκει,
  18. κραιπνὰ ποσὶ προβιβάς, κακὰ δὲ μνηστῆρσι φύτευεν.
  19. αὐτὰρ ἐπεί ῥʼ ἵκανε δόμους εὖ ναιετάοντας,
  20. ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρήν,
  21. αὐτὸς δʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.
  22. τὸν δὲ πολὺ πρώτη εἶδε τροφὸς Εὐρύκλεια,
  23. κώεα καστορνῦσα θρόνοις ἔνι δαιδαλέοισι,
  24. δακρύσασα δʼ ἔπειτʼ ἰθὺς κίεν· ἀμφὶ δʼ ἄρʼ ἄλλαι
  25. δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος ἠγερέθοντο,
  26. καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους.
  27. ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,
  28. Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ,
  29. ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα,
  30. κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά,
  31. καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
  32. ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ γε
  33. ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε
  34. λάθρη, ἐμεῦ ἀέκητι, φίλου μετὰ πατρὸς ἀκουήν.
  35. ἀλλʼ ἄγε μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
  36. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  37. μῆτερ ἐμή, μή μοι γόον ὄρνυθι μηδέ μοι ἦτορ
  38. ἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον·
  39. ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,
  40. εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
  41. εὔχεο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας
  42. ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.
  43. αὐτὰρ ἐγὼν ἀγορὴν ἐσελεύσομαι, ὄφρα καλέσσω
  44. ξεῖνον, ὅτις μοι κεῖθεν ἅμʼ ἕσπετο δεῦρο κιόντι.
  45. τὸν μὲν ἐγὼ προὔπεμψα σὺν ἀντιθέοις ἑτάροισι,
  46. Πείραιον δέ μιν ἠνώγεα προτὶ οἶκον ἄγοντα
  47. ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.
  48. ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος.
  49. ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,
  50. εὔχετο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας
  51. ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.
  52. Τηλέμαχος δʼ ἄρʼ ἔπειτα διὲκ μεγάροιο βεβήκει
  53. ἔγχος ἔχων· ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
  54. θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη·
  55. τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο.
  56. ἀμφὶ δέ μιν μνηστῆρες ἀγήνορες ἠγερέθοντο
  57. ἔσθλʼ ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον.
  58. αὐτὰρ ὁ τῶν μὲν ἔπειτα ἀλεύατο πουλὺν ὅμιλον,
  59. ἀλλʼ ἵνα Μέντωρ ἧστο καὶ Ἄντιφος ἠδʼ Ἁλιθέρσης,
  60. οἵ τε οἱ ἐξ ἀρχῆς πατρώϊοι ἦσαν ἑταῖροι,
  61. ἔνθα καθέζετʼ ἰών· τοὶ δʼ ἐξερέεινον ἕκαστα.
  62. τοῖσι δὲ Πείραιος δουρικλυτὸς ἐγγύθεν ἦλθεν
  63. ξεῖνον ἄγων ἀγορήνδε διὰ πτόλιν· οὐδʼ ἄρʼ ἔτι δὴν
  64. Τηλέμαχος ξείνοιο ἑκὰς τράπετʼ, ἀλλὰ παρέστη.
  65. τὸν καὶ Πείραιος πρότερος πρὸς μῦθον ἔειπε·
  66. Τηλέμαχʼ, αἶψʼ ὄτρυνον ἐμὸν ποτὶ δῶμα γυναῖκας,
  67. ὥς τοι δῶρʼ ἀποπέμψω, ἅ τοι Μενέλαος ἔδωκε.
  68. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  69. Πείραιʼ, οὐ γάρ τʼ ἴδμεν ὅπως ἔσται τάδε ἔργα.
  70. εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι
  71. λάθρη κτείναντες πατρώϊα πάντα δάσωνται,
  72. αὐτὸν ἔχοντά σε βούλομʼ ἐπαυρέμεν, ἤ τινα τῶνδε·
  73. εἰ δέ κʼ ἐγὼ τούτοισι φόνον καὶ κῆρα φυτεύσω,
  74. δὴ τότε μοι χαίροντι φέρειν πρὸς δώματα χαίρων.
  75. ὣς εἰπὼν ξεῖνον ταλαπείριον ἦγεν ἐς οἶκον.
  76. αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,
  77. χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
  78. ἐς δʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
  79. τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
  80. ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,
  81. ἔκ ῥʼ ἀσαμίνθων βάντες ἐπὶ κλισμοῖσι καθῖζον.
  82. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
  83. καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
  84. νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  85. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
  86. εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
  87. μήτηρ δʼ ἀντίον ἷζε παρὰ σταθμὸν μεγάροιο
  88. κλισμῷ κεκλιμένη, λέπτʼ ἠλάκατα στρωφῶσα.
  89. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον,
  90. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  91. τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·
  92. Τηλέμαχʼ, ἦ τοι ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα
  93. λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,
  94. αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς
  95. ᾤχεθʼ ἅμʼ Ἀτρεΐδῃσιν ἐς Ἴλιον· οὐδέ μοι ἔτλης,
  96. πρὶν ἐλθεῖν μνηστῆρας ἀγήνορας ἐς τόδε δῶμα,
  97. νόστον σοῦ πατρὸς σάφα εἰπέμεν, εἴ που ἄκουσας.
  98. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  99. τοιγὰρ ἐγώ τοι, μῆτερ, ἀληθείην καταλέξω.
  100. ᾠχόμεθʼ ἔς τε Πύλον καὶ Νέστορα, ποιμένα λαῶν·
  101. δεξάμενος δέ με κεῖνος ἐν ὑψηλοῖσι δόμοισιν
  102. ἐνδυκέως ἐφίλει, ὡς εἴ τε πατὴρ ἑὸν υἱὸν
  103. ἐλθόντα χρόνιον νέον ἄλλοθεν· ὣς ἐμὲ κεῖνος
  104. ἐνδυκέως ἐκόμιζε σὺν υἱάσι κυδαλίμοισιν.
  105. αὐτὰρ Ὀδυσσῆος ταλασίφρονος οὔ ποτʼ ἔφασκεν,
  106. ζωοῦ οὐδὲ θανόντος, ἐπιχθονίων τευ ἀκοῦσαι·
  107. ἀλλά μʼ ἐς Ἀτρεΐδην, δουρικλειτὸν Μενέλαον,
  108. ἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοῖσιν.
  109. ἔνθʼ ἴδον Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλὰ
  110. Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν.
  111. εἴρετο δʼ αὐτίκʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος
  112. ὅττευ χρηΐζων ἱκόμην Λακεδαίμονα δῖαν·
  113. αὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληθείην κατέλεξα·
  114. καὶ τότε δή με ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
  115. ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ
  116. ἤθελον εὐνηθῆναι, ἀνάλκιδες αὐτοὶ ἐόντες.
  117. ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος
  118. νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς
  119. κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα
  120. βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,
  121. ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,
  122. ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.
  123. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
  124. τοῖος ἐὼν οἷός ποτʼ ἐϋκτιμένῃ ἐνὶ Λέσβῳ
  125. ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,
  126. κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,
  127. τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·
  128. πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
  129. ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε
  130. ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδʼ ἀπατήσω,
  131. ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,
  132. τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.
  133. φῆ μιν ὅ γʼ ἐν νήσῳ ἰδέειν κρατέρʼ ἄλγεʼ ἔχοντα,
  134. νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
  135. ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι.
  136. οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
  137. οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης
  138. ὣς ἔφατʼ Ἀτρεΐδης, δουρικλειτὸς Μενέλαος.
  139. ταῦτα τελευτήσας νεόμην· ἔδοσαν δέ μοι οὖρον
  140. ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.
  141. ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε.
  142. τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·
  143. ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
  144. ἦ τοι ὅ γʼ οὐ σάφα οἶδεν, ἐμεῖο δὲ σύνθεο μῦθον·
  145. ἀτρεκέως γάρ σοι μαντεύσομαι οὐδʼ ἐπικεύσω·
  146. ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα
  147. ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,
  148. ὡς ἦ τοι Ὀδυσεὺς ἤδη ἐν πατρίδι γαίῃ,
  149. ἥμενος ἢ ἕρπων, τάδε πευθόμενος κακὰ ἔργα,
  150. ἔστιν, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει·
  151. τοῖον ἐγὼν οἰωνὸν ἐϋσσέλμου ἐπὶ νηὸς
  152. ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν.
  153. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  154. αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
  155. τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
  156. ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
  157. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  158. μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο
  159. δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες,
  160. ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος ὕβριν ἔχοντες.
  161. ἀλλʼ ὅτε δὴ δείπνηστος ἔην καὶ ἐπήλυθε μῆλα
  162. πάντοθεν ἐξ ἀγρῶν, οἱ δʼ ἤγαγον οἳ τὸ πάρος περ,
  163. καὶ τότε δή σφιν ἔειπε Μέδων· ὃς γάρ ῥα μάλιστα
  164. ἥνδανε κηρύκων, καὶ σφιν παρεγίγνετο δαιτί·
  165. κοῦροι, ἐπεὶ δὴ πάντες ἐτέρφθητε φρένʼ ἀέθλοις,
  166. ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ ἐντυνώμεθα δαῖτα·
  167. οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι.
  168. ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν πείθοντό τε μύθῳ.
  169. αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,
  170. χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
  171. οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,
  172. ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην,
  173. δαῖτʼ ἐντυνόμενοι. τοὶ δʼ ἐξ ἀγροῖο πόλινδε
  174. ὠτρύνοντʼ Ὀδυσεύς τʼ ἰέναι καὶ δῖος ὑφορβός.
  175. τοῖσι δὲ μύθων ἦρχε συβώτης, ὄρχαμος ἀνδρῶν·
  176. ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ἔπειτα πόλινδʼ ἰέναι μενεαίνεις
  177. σήμερον, ὡς ἐπέτελλεν ἄναξ ἐμός—ἦ σʼ ἂν ἐγώ γε
  178. αὐτοῦ βουλοίμην σταθμῶν ῥυτῆρα λιπέσθαι·
  179. ἀλλὰ τὸν αἰδέομαι καὶ δείδια, μή μοι ὀπίσσω
  180. νεικείῃ· χαλεπαὶ δέ τʼ ἀνάκτων εἰσὶν ὁμοκλαί—
  181. ἀλλʼ ἄγε νῦν ἴομεν· δὴ γὰρ μέμβλωκε μάλιστα
  182. ἦμαρ, ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται.
  183. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  184. γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.
  185. ἀλλʼ ἴομεν, σὺ δʼ ἔπειτα διαμπερὲς ἡγεμόνευε.
  186. δὸς δέ μοι, εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστίν,
  187. σκηρίπτεσθʼ, ἐπεὶ ἦ φατʼ ἀρισφαλέʼ ἔμμεναι οὐδόν.
  188. ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην,
  189. πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ·
  190. Εὔμαιος δʼ ἄρα οἱ σκῆπτρον θυμαρὲς ἔδωκε.
  191. τὼ βήτην, σταθμὸν δὲ κύνες καὶ βώτορες ἄνδρες
  192. ῥύατʼ ὄπισθε μένοντες· ὁ δʼ ἐς πόλιν ἦγεν ἄνακτα
  193. πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι,
  194. σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο.
  195. ἀλλʼ ὅτε δὴ στείχοντες ὁδὸν κάτα παιπαλόεσσαν
  196. ἄστεος ἐγγὺς ἔσαν καὶ ἐπὶ κρήνην ἀφίκοντο
  197. τυκτὴν καλλίροον, ὅθεν ὑδρεύοντο πολῖται,
  198. τὴν ποίησʼ Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ·
  199. ἀμφὶ δʼ ἄρʼ αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος,
  200. πάντοσε κυκλοτερές, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ
  201. ὑψόθεν ἐκ πέτρης· βωμὸς δʼ ἐφύπερθε τέτυκτο
  202. νυμφάων, ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται·
  203. ἔνθα σφέας ἐκίχανʼ υἱὸς Δολίοιο Μελανθεὺς
  204. αἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι,
  205. δεῖπνον μνηστήρεσσι· δύω δʼ ἅμʼ ἕποντο νομῆες.
  206. τοὺς δὲ ἰδὼν νείκεσσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν,
  207. ἔκπαγλον καὶ ἀεικές· ὄρινε δὲ κῆρ Ὀδυσῆος·
  208. νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει,
  209. ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον.
  210. πῇ δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα,
  211. πτωχὸν ἀνιηρόν δαιτῶν ἀπολυμαντῆρα;
  212. ὃς πολλῇς φλιῇσι παραστὰς θλίψεται ὤμους,
  213. αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας·
  214. τόν κʼ εἴ μοι δοίης σταθμῶν ῥυτῆρα γενέσθαι