Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἦ μάλα μευ καταδάπτετʼ ἀκούοντος φίλον ἦτορ,
  2. οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι
  3. ἐν μεγάροις, ἀέκητι σέθεν τοιούτου ἐόντος.
  4. εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ
  5. ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ,
  6. ἦ τι κασιγνήτοις ἐπιμέμφεαι, οἷσί περ ἀνὴρ
  7. μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.
  8. αἲ γάρ ἐγὼν οὕτω νέος εἴην τῷδʼ ἐπὶ θυμῷ,
  9. ἢ παῖς ἐξ Ὀδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτός·
  10. αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς,
  11. εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην,
  12. ἐλθὼν ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
  13. εἰ δʼ αὖ με πληθυῖ δαμασαίατο μοῦνον ἐόντα,
  14. βουλοίμην κʼ ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι
  15. τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,
  16. ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας
  17. ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά,
  18. καὶ οἶνον διαφυσσόμενον, καὶ σῖτον ἔδοντας
  19. μὰψ αὔτως, ἀτέλεστον, ἀνηνύστῳ ἐπὶ ἔργῳ.
  20. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  21. τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
  22. οὔτε τί μοι πᾶς δῆμος ἀπεχθόμενος χαλεπαίνει,
  23. οὔτε κασιγνήτοις ἐπιμέμφομαι, οἷσί περ ἀνὴρ
  24. μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.
  25. ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων·
  26. μοῦνον Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτε,
  27. μοῦνον δʼ αὖτʼ Ὀδυσῆα πατὴρ τέκεν· αὐτὰρ Ὀδυσσεὺς
  28. μοῦνον ἔμʼ ἐν μεγάροισι τεκὼν λίπεν οὐδʼ ἀπόνητο.
  29. τῷ νῦν δυσμενέες μάλα μυρίοι εἴσʼ ἐνὶ οἴκῳ.
  30. ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
  31. Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
  32. ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσι,
  33. τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.
  34. ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν
  35. ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες
  36. οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.
  37. ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·
  38. ἄττα, σὺ δʼ ἔρχεο θᾶσσον, ἐχέφρονι Πηνελοπείῃ
  39. εἴφʼ ὅτι οἱ σῶς εἰμὶ καὶ ἐκ Πύλου εἰλήλουθα.
  40. αὐτὰρ ἐγὼν αὐτοῦ μενέω, σὺ δὲ δεῦρο νέεσθαι,
  41. οἴῃ ἀπαγγείλας· τῶν δʼ ἄλλων μή τις Ἀχαιῶν
  42. πευθέσθω· πολλοὶ γὰρ ἐμοὶ κακὰ μηχανόωνται.
  43. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  44. γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.
  45. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  46. ἦ καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλθω
  47. δυσμόρῳ, ὃς τῆος μὲν Ὀδυσσῆος μέγʼ ἀχεύων