Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ὦ φίλʼ, ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν,
  • ἦ μάλα μευ καταδάπτετʼ ἀκούοντος φίλον ἦτορ,
  • οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι
  • ἐν μεγάροις, ἀέκητι σέθεν τοιούτου ἐόντος.
  • εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ
  • ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ,
  • ἦ τι κασιγνήτοις ἐπιμέμφεαι, οἷσί περ ἀνὴρ
  • μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.
  • αἲ γάρ ἐγὼν οὕτω νέος εἴην τῷδʼ ἐπὶ θυμῷ,
  • ἢ παῖς ἐξ Ὀδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτός·
  • αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς,
  • εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην,
  • ἐλθὼν ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
  • εἰ δʼ αὖ με πληθυῖ δαμασαίατο μοῦνον ἐόντα,
  • βουλοίμην κʼ ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι
  • τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,