Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  2. ὦ φίλʼ, ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν,
  3. ἦ μάλα μευ καταδάπτετʼ ἀκούοντος φίλον ἦτορ,
  4. οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι
  5. ἐν μεγάροις, ἀέκητι σέθεν τοιούτου ἐόντος.
  6. εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ
  7. ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ,
  8. ἦ τι κασιγνήτοις ἐπιμέμφεαι, οἷσί περ ἀνὴρ
  9. μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.
  10. αἲ γάρ ἐγὼν οὕτω νέος εἴην τῷδʼ ἐπὶ θυμῷ,