Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἄνδρα καὶ ἴφθιμον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.
  2. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  3. ὦ φίλʼ, ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν,
  4. ἦ μάλα μευ καταδάπτετʼ ἀκούοντος φίλον ἦτορ,
  5. οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι
  6. ἐν μεγάροις, ἀέκητι σέθεν τοιούτου ἐόντος.
  7. εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ
  8. ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ,