Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μή μιν κερτομέωσιν, ἐμοὶ δʼ ἄχος ἔσσεται αἰνόν.
  2. πρῆξαι δʼ ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα
  3. ἄνδρα καὶ ἴφθιμον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.
  4. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  5. ὦ φίλʼ, ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν,
  6. ἦ μάλα μευ καταδάπτετʼ ἀκούοντος φίλον ἦτορ,
  7. οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι
  8. ἐν μεγάροις, ἀέκητι σέθεν τοιούτου ἐόντος.