Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἔρχεσθαι· λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι·
  2. μή μιν κερτομέωσιν, ἐμοὶ δʼ ἄχος ἔσσεται αἰνόν.
  3. πρῆξαι δʼ ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα
  4. ἄνδρα καὶ ἴφθιμον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.
  5. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  6. ὦ φίλʼ, ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν,
  7. ἦ μάλα μευ καταδάπτετʼ ἀκούοντος φίλον ἦτορ,
  8. οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι
  9. ἐν μεγάροις, ἀέκητι σέθεν τοιούτου ἐόντος.
  10. εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ