Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,
  • δώσω δὲ ξίφος ἄμφηκες καὶ ποσσὶ πέδιλα,
  • πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.
  • εἰ δʼ ἐθέλεις, σὺ κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας·
  • εἵματα δʼ ἐνθάδʼ ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα
  • ἔδμεναι, ὡς ἂν μή σε κατατρύχῃ καὶ ἑταίρους.
  • κεῖσε δʼ ἂν οὔ μιν ἐγώ γε μετὰ μνηστῆρας ἐῷμι
  • ἔρχεσθαι· λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι·
  • μή μιν κερτομέωσιν, ἐμοὶ δʼ ἄχος ἔσσεται αἰνόν.