Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἢ αὐτοῦ παρʼ ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ,
  • εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,
  • ἦ ἤδη ἅμʼ ἕπηται Ἀχαιῶν ὅς τις ἄριστος
  • μνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρῃσιν.
  • ἀλλʼ ἦ τοὶ τὸν ξεῖνον, ἐπεὶ τεὸν ἵκετο δῶμα,
  • ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,
  • δώσω δὲ ξίφος ἄμφηκες καὶ ποσσὶ πέδιλα,
  • πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.
  • εἰ δʼ ἐθέλεις, σὺ κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας·