Εὔμαιʼ, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ;αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθαἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ·μητρὶ δʼ ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,ἢ αὐτοῦ παρʼ ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ,εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,ἦ ἤδη ἅμʼ ἕπηται Ἀχαιῶν ὅς τις ἄριστοςμνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρῃσιν.ἀλλʼ ἦ τοὶ τὸν ξεῖνον, ἐπεὶ τεὸν ἵκετο δῶμα,ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,δώσω δὲ ξίφος ἄμφηκες καὶ ποσσὶ πέδιλα,πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.εἰ δʼ ἐθέλεις, σὺ κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας·εἵματα δʼ ἐνθάδʼ ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα