Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἔρξον ὅπως ἐθέλεις· ἱκέτης δέ τοι εὔχεται εἶναι.
  2. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  3. Εὔμαιʼ, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·
  4. πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ;
  5. αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθα
  6. ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ·
  7. μητρὶ δʼ ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,
  8. ἢ αὐτοῦ παρʼ ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ,
  9. εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,
  10. ἦ ἤδη ἅμʼ ἕπηται Ἀχαιῶν ὅς τις ἄριστος
  11. μνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρῃσιν.
  12. ἀλλʼ ἦ τοὶ τὸν ξεῖνον, ἐπεὶ τεὸν ἵκετο δῶμα,