Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἤλυθʼ ἐμὸν πρὸς σταθμόν, ἐγὼ δέ τοι ἐγγυαλίξω·
  2. ἔρξον ὅπως ἐθέλεις· ἱκέτης δέ τοι εὔχεται εἶναι.
  3. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  4. Εὔμαιʼ, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·
  5. πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ;
  6. αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθα
  7. ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ·
  8. μητρὶ δʼ ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,
  9. ἢ αὐτοῦ παρʼ ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ,
  10. εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,
  11. ἦ ἤδη ἅμʼ ἕπηται Ἀχαιῶν ὅς τις ἄριστος
  12. μνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρῃσιν.
  13. ἀλλʼ ἦ τοὶ τὸν ξεῖνον, ἐπεὶ τεὸν ἵκετο δῶμα,
  14. ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,
  15. δώσω δὲ ξίφος ἄμφηκες καὶ ποσσὶ πέδιλα,
  16. πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.
  17. εἰ δʼ ἐθέλεις, σὺ κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας·
  18. εἵματα δʼ ἐνθάδʼ ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα
  19. ἔδμεναι, ὡς ἂν μή σε κατατρύχῃ καὶ ἑταίρους.
  20. κεῖσε δʼ ἂν οὔ μιν ἐγώ γε μετὰ μνηστῆρας ἐῷμι
  21. ἔρχεσθαι· λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι·
  22. μή μιν κερτομέωσιν, ἐμοὶ δʼ ἄχος ἔσσεται αἰνόν.
  23. πρῆξαι δʼ ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα
  24. ἄνδρα καὶ ἴφθιμον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.
  25. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  26. ὦ φίλʼ, ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν,
  27. ἦ μάλα μευ καταδάπτετʼ ἀκούοντος φίλον ἦτορ,
  28. οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι
  29. ἐν μεγάροις, ἀέκητι σέθεν τοιούτου ἐόντος.