Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δὴ τότε Τηλέμαχος προσεφώνεε δῖον ὑφορβόν·
  2. ἄττα, πόθεν τοι ξεῖνος ὅδʼ ἵκετο; πῶς δέ ἑ ναῦται
  3. ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
  4. οὐ μὲν γάρ τί ἑ πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.
  5. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  6. τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω.
  7. ἐκ μὲν Κρητάων γένος εὔχεται εὐρειάων,
  8. φησὶ δὲ πολλὰ βροτῶν ἐπὶ ἄστεα δινηθῆναι
  9. πλαζόμενος· ὣς γάρ οἱ ἐπέκλωσεν τά γε δαίμων.