Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὐδʼ ὕλαον προσιόντα. νόησε δὲ δῖος Ὀδυσσεὺς
  2. σαίνοντάς τε κύνας, περί τε κτύπος ἦλθε ποδοῖϊν.
  3. αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·
  4. Εὔμαιʼ, ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδʼ ἑταῖρος
  5. ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν,
  6. ἀλλὰ περισσαίνουσι· ποδῶν δʼ ὑπὸ δοῦπον ἀκούω.
  7. οὔ πω πᾶν εἴρητο ἔπος, ὅτε οἱ φίλος υἱὸς
  8. ἔστη ἐνὶ προθύροισι. ταφὼν δʼ ἀνόρουσε συβώτης,
  9. ἐκ δʼ ἄρα οἱ χειρῶν πέσον ἄγγεα, τοῖς ἐπονεῖτο,
  10. κιρνὰς αἴθοπα οἶνον. ὁ δʼ ἀντίος ἦλθεν ἄνακτος,