Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἦα κιών, ὅτε νῆα θοὴν ἰδόμην κατιοῦσαν
  2. ἐς λιμένʼ ἡμέτερον· πολλοὶ δʼ ἔσαν ἄνδρες ἐν αὐτῇ,
  3. βεβρίθει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμφιγύοισι·
  4. καὶ σφέας ὠΐσθην τοὺς ἔμμεναι, οὐδέ τι οἶδα.
  5. ὣς φάτο, μείδησεν δʼ ἱερὴ ἲς Τηλεμάχοιο
  6. ἐς πατέρʼ ὀφθαλμοῖσιν ἰδών, ἀλέεινε δʼ ὑφορβόν.
  7. οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,
  8. δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
  9. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  10. κοίτου τε μνήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.
  1. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  2. δὴ τότʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα