Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐκ λόχου, ἦ ἔτι μʼ αὖτʼ εἰρύαται οἴκαδʼ ἰόντα;
  2. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  3. οὐκ ἔμελέν μοι ταῦτα μεταλλῆσαι καὶ ἐρέσθαι
  4. ἄστυ καταβλώσκοντα· τάχιστά με θυμὸς ἀνώγει
  5. ἀγγελίην εἰπόντα πάλιν δεῦρʼ ἀπονέεσθαι.
  6. ὡμήρησε δέ μοι παρʼ ἑταίρων ἄγγελος ὠκύς,
  7. κῆρυξ, ὃς δὴ πρῶτος ἔπος σῇ μητρὶ ἔειπεν.
  8. ἄλλο δέ τοι τό γε οἶδα· τὸ γὰρ ἴδον ὀφθαλμοῖσιν.
  9. ἤδη ὑπὲρ πόλιος, ὅθι θʼ Ἕρμαιος λόφος ἐστίν,