Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν καὶ Τηλέμαχος πρότερος πρὸς μῦθον ἔειπεν·
  2. ἦλθες, δῖʼ Εὔμαιε. τί δὴ κλέος ἔστʼ ἀνὰ ἄστυ;
  3. ἦ ῥʼ ἤδη μνηστῆρες ἀγήνορες ἔνδον ἔασιν
  4. ἐκ λόχου, ἦ ἔτι μʼ αὖτʼ εἰρύαται οἴκαδʼ ἰόντα;
  5. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  6. οὐκ ἔμελέν μοι ταῦτα μεταλλῆσαι καὶ ἐρέσθαι
  7. ἄστυ καταβλώσκοντα· τάχιστά με θυμὸς ἀνώγει
  8. ἀγγελίην εἰπόντα πάλιν δεῦρʼ ἀπονέεσθαι.