Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς φάθʼ, ὁ δʼ αὖτις ἰὼν κατʼ ἄρʼ ἕζετο· τῷ δὲ συβώτης.
  2. χεῦεν ὕπο χλωρὰς ῥῶπας καὶ κῶας ὕπερθεν·
  3. ἔνθα καθέζετʼ ἔπειτα Ὀδυσσῆος φίλος υἱός.
  4. τοῖσιν δʼ αὖ κρειῶν πίνακας παρέθηκε συβώτης
  5. ὀπταλέων, ἅ ῥα τῇ προτέρῃ ὑπέλειπον ἔδοντες,