Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. λυγρὰ δὲ εἵματα ἕσσε περὶ χροΐ, μή ἑ συβώτης
  2. γνοίη ἐσάντα ἰδὼν καὶ ἐχέφρονι Πηνελοπείῃ
  3. ἔλθοι ἀπαγγέλλων μηδὲ φρεσὶν εἰρύσσαιτο.
  4. τὸν καὶ Τηλέμαχος πρότερος πρὸς μῦθον ἔειπεν·
  5. ἦλθες, δῖʼ Εὔμαιε. τί δὴ κλέος ἔστʼ ἀνὰ ἄστυ;
  6. ἦ ῥʼ ἤδη μνηστῆρες ἀγήνορες ἔνδον ἔασιν
  7. ἐκ λόχου, ἦ ἔτι μʼ αὖτʼ εἰρύαται οἴκαδʼ ἰόντα;
  8. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  9. οὐκ ἔμελέν μοι ταῦτα μεταλλῆσαι καὶ ἐρέσθαι
  10. ἄστυ καταβλώσκοντα· τάχιστά με θυμὸς ἀνώγει
  11. ἀγγελίην εἰπόντα πάλιν δεῦρʼ ἀπονέεσθαι.
  12. ὡμήρησε δέ μοι παρʼ ἑταίρων ἄγγελος ὠκύς,