Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἤλυθεν· οἱ δʼ ἄρα δόρπον ἐπισταδὸν ὡπλίζοντο,
  2. σῦν ἱερεύσαντες ἐνιαύσιον. αὐτὰρ Ἀθήνη,
  3. ἄγχι παρισταμένη, Λαερτιάδην Ὀδυσῆα
  4. ῥάβδῳ πεπληγυῖα πάλιν ποίησε γέροντα,
  5. λυγρὰ δὲ εἵματα ἕσσε περὶ χροΐ, μή ἑ συβώτης
  6. γνοίη ἐσάντα ἰδὼν καὶ ἐχέφρονι Πηνελοπείῃ
  7. ἔλθοι ἀπαγγέλλων μηδὲ φρεσὶν εἰρύσσαιτο.
  8. τὸν καὶ Τηλέμαχος πρότερος πρὸς μῦθον ἔειπεν·
  9. ἦλθες, δῖʼ Εὔμαιε. τί δὴ κλέος ἔστʼ ἀνὰ ἄστυ;