Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἡ μὲν ἄρʼ εἰσαναβᾶσʼ ὑπερώϊα σιγαλόεντα
  2. κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον
  3. ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
  4. ἑσπέριος δʼ Ὀδυσῆϊ καὶ υἱέϊ δῖος ὑφορβὸς
  5. ἤλυθεν· οἱ δʼ ἄρα δόρπον ἐπισταδὸν ὡπλίζοντο,
  6. σῦν ἱερεύσαντες ἐνιαύσιον. αὐτὰρ Ἀθήνη,
  7. ἄγχι παρισταμένη, Λαερτιάδην Ὀδυσῆα